Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.119.7 | Hdt. 1.120.5 (English) | >>Hdt. 1.122.1 |
1.120.3 καὶ νῦν ἐς τί ὑμῖν ταῦτα φαίνεται φέρειν ;” εἶπαν οἱ Μάγοι · “εἰ μὲν περίεστί τε καὶ ἐβασίλευσε ὁ παῖς μὴ ἐκ προνοίης τινός , θάρσεέ τε τούτου εἵνεκα καὶ θυμὸν ἔχε ἀγαθόν · οὐ γὰρ ἔτι τὸ δεύτερον ἄρχει . παρὰ σμικρὰ γὰρ καὶ τῶν λογίων ἡμῖν ἔνια κεχώρηκε , καὶ τά γε τῶν ὀνειράτων ἐχόμενα τελέως ἐς ἀσθενὲς ἔρχεται .”
1.120.4 ἀμείβεται ὁ Ἀστυάγης τοισίδε · “καὶ αὐτός , ὦ Μάγοι , ταύτῃ πλεῖστος γνώμην εἰμί , βασιλέος ὀνομασθέντος τοῦ παιδὸς ἐξήκειν τε τὸν ὄνειρον καί μοι τὸν παῖδα τοῦτον εἶναι δεινὸν ἔτι οὐδέν . ὅμως μέν γέ τοι συμβουλεύσατέ μοι εὖ περισκεψάμενοι τὰ μέλλει ἀσφαλέστατα εἶναι οἴκῳ τε τῷ ἐμῷ καὶ ὑμῖν .”
1.120.5 εἶπαν πρὸς ταῦτα οἱ Μάγοι · “ὦ βασιλεῦ , καὶ αὐτοῖσι ἡμῖν περὶ πολλοῦ ἐστι κατορθοῦσθαι ἀρχὴν τὴν σήν . κείνως μὲν γὰρ ἀλλοτριοῦται ἐς τὸν παῖδα τοῦτον περιιοῦσα ἐόντα Πέρσην , καὶ ἡμεῖς ἐόντες Μῆδοι δουλούμεθά τε καὶ λόγου οὐδενὸς γινόμεθα πρὸς Περσέων , ἐόντες ξεῖνοι · σέο δʼ ἐνεστεῶτος βασιλέος , ἐόντος πολιήτεω , καὶ ἄρχομεν τὸ μέρος καὶ τιμὰς πρὸς σέο μεγάλας ἔχομεν .
1.120.6 οὕτω ὦν πάντως ἡμῖν σέο καὶ τῆς σῆς ἀρχῆς προοπτέον ἐστί . καὶ νῦν εἰ φοβερόν τι ἐνωρῶμεν , πᾶν ἂν σοὶ προεφράζομεν . νῦν δὲ ἀποσκήψαντος τοῦ ἐνυπνίου ἐς φαῦλον , αὐτοί τε θαρσέομεν καὶ σοὶ ἕτερα τοιαῦτα παρακελευόμεθα . τὸν δὲ παῖδα τοῦτον ἐξ ὀφθαλμῶν ἀπόπεμψαι ἐς Πέρσας τε καὶ τοὺς γειναμένους .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.119.7 | Hdt. 1.120.5 (English) | >>Hdt. 1.122.1 |